Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.624 Joseph. BJ 4.631 (English) >>Joseph. BJ 4.638

4.628 πάτερ, ἔφη, τοῦ Ἰωσήπου καὶ τὸ ὄνειδος ἀφαιρεθῆναι σὺν τῷ σιδήρῳ· γενήσεται γὰρ ὅμοιος τῷ μὴ δεθέντι τὴν ἀρχήν, ἂν αὐτοῦ μὴ λύσωμεν ἀλλὰ κόψωμεν

-- --

τὰ δεσμά.” τοῦτο γὰρ ἐπὶ τῶν μὴ δεόντως δεθέντων πράττεται. 4.629συνεδόκει ταῦτα, καὶ παρελθών τις πελέκει διέκοψε τὴν ἅλυσιν. δὲ Ἰώσηπος εἰληφὼς περὶ τῶν προειρημένων γέρας τὴν ἐπιτιμίαν ἤδη καὶ περὶ τῶν μελλόντων ἀξιόπιστος ἦν. 4.630

Οὐεσπασιανὸς δὲ ταῖς πρεσβείαις χρηματίσας καὶ καταστησάμενος ἑκάστοις τὰς ἀρχὰς δικαίως καὶ διὰ τῶν ἀξίων εἰς Ἀντιόχειαν ἀφικνεῖται. 4.631καὶ βουλευόμενος, ποῖ τρέπεσθαι, προυργιαίτερα τῆς εἰς Ἀλεξάνδρειαν ὁρμῆς τὰ κατὰ τὴν Ῥώμην ἔκρινε, τὴν μὲν βέβαιον οὖσαν ὁρῶν, τὰ δʼ ὑπὸ Οὐιτελλίου ταρασσόμενα. 4.632πέμπει δὴ Μουκιανὸν εἰς τὴν Ἰταλίαν παραδοὺς ἱππέων τε καὶ πεζῶν συχνὴν δύναμιν. δὲ διὰ τὴν τοῦ χειμῶνος ἀκμὴν δείσας τὸ πλεῖν πεζῇ τὴν στρατιὰν ἦγε διὰ Καππαδοκίας καὶ Φρυγίας. 4.633

Ἐν δὲ τούτῳ καὶ Ἀντώνιος Πρῖμος ἀναλαβὼν τὸ τρίτον τάγμα τῶν κατὰ Μυσίαν, ἔτυχεν δʼ ἡγεμονεύων αὐτόθι, Οὐιτελλίῳ παραταξόμενος ἠπείγετο. 4.634Οὐιτέλλιος δὲ αὐτῷ συναντήσοντα μετὰ πολλῆς δυνάμεως Καικίναν Ἀλιηνὸν ἐκπέμπει, μέγα θαρρῶν τἀνδρὶ διὰ τὴν ἐπʼ Ὄθωνι νίκην. δὲ ἀπὸ τῆς Ῥώμης ἐλαύνων διὰ τάχους περὶ Κρέμωνα τῆς Γαλατίας τὸν Ἀντώνιον καταλαμβάνει· μεθόριος δʼ ἐστὶν πόλις αὕτη τῆς Ἰταλίας.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.624 Joseph. BJ 4.631 (English) >>Joseph. BJ 4.638

Powered by PhiloLogic